Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.219 Joseph. AJ 16.225 (English) >>Joseph. AJ 16.230

16.223ταῦτα δὲ αἱ γυναῖκες ἀνέφερον τῷ βασιλεῖ διαγελῶσαι τὴν ἀσχημοσύνην, Ἡρώδης δὲ καὶ παρὰ τοῦ Φερώρα προσεπυνθάνετο καὶ τηρεῖν ἠξίου παρὰ τὸ δεῖπνον, πῶς τὰ πρὸς ἀλλήλους ἐσχήκασιν. ἐκεῖνος δὲ ἀπήγγελλεν, ὅτι καὶ νεύμασιν καὶ βλέμμασιν οὐκ ἄδηλοι τῆς ὁρμῆς εἰσιν ἀμφότεροι. 16.224μετὰ τοῦτο μὲν Ἄραψ ὕποπτος ὢν ἀπῄει· διαλιπὼν δὲ δύο μῆνας τρεῖς ἔρχεται πάλιν ὡς ἐπʼ αὐτῷ τούτῳ καὶ λόγους Ἡρώδῃ προσέφερεν, ἀξιῶν αὐτῷ τὴν Σαλώμην δοθῆναι πρὸς γάμον· ἔσεσθαι γὰρ οὐκ ἀλυσιτελὲς τὸ κῆδος ἐπιμιξίᾳ τῆς τῶν Ἀράβων ἀρχῆς, ἣν αὐτῷ καὶ νῦν ἤδη παρεῖναι δυνάμει καὶ μᾶλλον ὀφείλεσθαι. 16.225τοῦ δὲ Ἡρώδου τὸν λόγον ἀναφέροντος καὶ πυνθανομένου τῆς ἀδελφῆς, εἰ πρὸς τὸν γάμον ἑτοίμως ἔχει, ταχέως μὲν ἐκείνη προσήκατο, Σύλλαιος δὲ ἀξιούντων αὐτὸν ἐγγραφῆναι τοῖς τῶν Ἰουδαίων ἔθεσι καὶ τότε γαμεῖν, ἄλλως γὰρ οὐκ εἶναι δυνατόν, οὐχ ὑπομείνας, ἀλλὰ καὶ καταλευσθήσεσθαι πρὸς τῶν Ἀράβων εἰπών, εἰ τοῦτο πράξειεν, ἀπαλλάττεται. 16.226Σαλώμην οὖν τε Φερώρας ἤδη διέβαλλεν εἰς ἀκρασίαν καὶ μᾶλλον αἱ γυναῖκες, λέγουσαι κοινωνίαν αὐτῇ γενέσθαι πρὸς τὸν Ἄραβα. 16.227τήν τε κόρην, ἣν τἀδελφῷ κατενεγύησεν βασιλεύς, ἣν μὲν Φερώρας οὐκ ἔλαβεν, ὡς προεῖπον, ἡττημένος τῆς γυναικός, αἰτούσης Σαλώμης εἰς τὸν υἱὸν τὸν ἐκ Κοστοβάρου γενόμενον ὥρμητο μὲν ἐκείνῳ συνοικίσαι,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.219 Joseph. AJ 16.225 (English) >>Joseph. AJ 16.230

Powered by PhiloLogic